ΔΙΑΦΟΡΑ

ΟΙ ΔΕΚΑ ΕΝΤΟΛΕΣ.

“Εγώ ειμι Κύριος ο Θεός σου. Ουκ έσονταί σοι θεοί έτεροι πλήν εμού”.
“Ου ποιήσεις σεαυτώ είδωλον, ουδέ παντός ομοίωμα. Ου προσκυνήσεις αυτοίς, ουδέ μη λατρεύσεις αυτοίς”.
“Ου λήψει το όνομα Κυρίου τού Θεού σου επί ματαίω ου γάρ μη καθαρίση Κύριος ο Θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω”.
“Μνήσθητι την ημέρα των σαββάτων αγιάζειν αυτήν. Εξ ημέρας εργά και ποιήσεις πάντα τα έργα σου. Τη δε ημέρα τή εβδόμη σάββατα Κυρίω τώ Θεώ σου, ου ποιήσεις εν αυτή πάν έργον”.
“Τίμα τον πατέρα σου και την μητέρα σου, ίνα εύ σοι γένηται, και ίνα μακροχρόνιος γένη επί της γής της αγαθής, ής Κύριος ο Θεός σου δίδωσί σοι”.
“Ου μοιχεύσεις”.
“Ου κλέψεις”.
“Ου φονεύσεις”.
“Ου ψευδομαρτυρήσεις κατά τού πλησίον σου μαρτυρίαν ψευδή”.
“Ουκ επιθυμήσεις…όσα τώ πλησίον σου εστί”

«Φως ιλαρόν αγίας δόξης, αθανάτου Πατρός, ουρανίου, αγίου, μάκαρος, Ιησού Χριστέ.Ελθόντες επί την ηλίου δύσιν, ιδόντες φως εσπερινόν, υμνούμεν Πατέρα, Υιόν και Άγιον Πνεύμα Θεόν. Άξιόν Σε εν πάσι καιροίς υμνείσθαι φωναίς οσίαις. Υιε Θεού, ζωήν ο διδούς• διο ο κόσμος Σε δοξάζει». — Οὐκ ἀρνησόμεθά σε, φίλη Ὀρθοδοξία· οὐ ψευσόμεθά σου πατροπαράδοτον σέβας· ἐν σοὶ ἐγεννήθημεν, καὶ σοὶ ζῶμεν, καὶ ἐν σοὶ κοιμηθησόμεθα· εἰ δὲ καλέσει καιρός, καὶ μυριάκις ὑπὲρ σοῦ τεθνηξόμεθα. (Ιωσηφ Βρυεννιος)
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν φιλάνθρωπε Δέσποτα τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.

Το news-nea.gr ουδεμία ευθύνη εκ του νόμου φέρει περί των επωνύμων ή ανωνύμων σχολίων - απόψεων που φιλοξενεί. Σε περίπτωση που θεωρείτε πως θίγεστε από κάποιο εξ αυτών, επικοινωνήστε μέσω εμαιλ έτσι ώστε να αφαιρεθεί. Σχόλια που θα υποπέσουν στην αντίληψή μας, με αναφορές σε προσωπικά δεδομένα, τηλέφωνα, εμαιλ, υβριστικά ή συκοφαντικά, αλλά και αυτά που παραπέμπουν σε διαφήμιση θα αφαιρούνται.

Facebook Σχόλια

Σχετικά Άρθρα

Back to top button