ΠΡΟΣΕΥΧΕΣ

ΕΥΧΗ ΕΙΣ ΤΟ ΠΑΝΑΓΙΟΝ ΠΝΕΥΜΑ ΚΑΙ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Δέχου Δέσποτα, Πανάγαθε Παράκλητε, μοναδική Ἁγία  καί προσκυνουμένη  καί  ὁμοούσιος  καί  ἀδιαίρετος  Τριάς, τήν  πενιχράν  ταύτην παράκλησιν, ἥν  ηὐδόκησας  προσφέρειν  Σοί, ἄνθρωπος  ἁμαρτωλός  καί  κατακεκριμένος  καί  συγχώρησόν  μοι τά  παραπτώματα, τά ἑκούσια  καί  τά ἀκούσια. Ἐκ τῶν κρυφίων μου καθάρισόν  με  καί  ἐκ τῶν πρός  ἐμέ ἀλλοτρίων, ἐλέησον  τόν   δοῦλον  Σου. Εὐδόκησον ἐπ’ ἐμοί τῷ  ἁμαρτωλῷ  καί  ἐλεεινῷ  καί  τήν  ἀδύναμον  ψυχήν  μου ἐπίσκεψον  διά  τῆς  Σῆς  χάριτος  καί  θεράπευσον  τήν  συντριβήν  αὐτῆς.

Ἐλέησόν με Δέσποτα, Παράκλητε Θεέ, ἐλέησόν με· ἁγίασόν μου τήν ψυχήν  καί τό  σῶμα· φώτισόν μου  τόν  νοῦν  καί  τήν  διάνοιαν· κάθαρον  τό  ἐμόν  συνειδός  ἀπό  πάσης  ἀκαθαρσίας, ἀπό  λογισμῶν  ῥυπαρῶν,  ἀπό  προφάσεων πονηρῶν, ἀπό  νοήσεων Σε  ὑβριζόντων, ἀπό  πάσης  ὑπερηφανείας  καί οἰήσεως  καί  ἐπάρσεως, ἀλαζονείας  τε καί  θράσους  καί  ὑπεροψίας, σατανικῆς ταλαντεύσεως, φαρισαϊκῆς ὑποκρισίας  καί  ἀπό πάσης ἀχρείας  καί  πονηρᾶς  συνηθείας. Ἀπό  πάντων  τούτων  ἀπάλλαξόν  με  ἐντελῶς, Δέσποτα Κύριε, διά  τῆς  χάριτος   τοῦ  δεδοξασμένου  Σου   ὀνόματος.

Δώρισαί μοι  μετάνοιαν  ἀληθή, καρδίας  συντριβήν, ταπείνωσιν, πραότητά  τε καί  ἡσυχίαν· πᾶσαν εὐσέβειαν χριστιανικήν,  κατανόησίν τε  και  τέχνην  πνευματικήν καί  πᾶσαν σύνεσιν, ἐν εὐχαριστίᾳ  καί  ὑπομονῇ  τελουμένην. Ὦ Θεέ, διά  τῆς χάριτος  τῆς  δόξης  τοῦ  ὀνόματός  Σου, εἰσάκουσόν  μου  τοῦ  ἁμαρτωλοῦ  δεομένου  Σου  καί  ἀξίωσόν  με  τόν  ὑπόλοιπον  τῆς  ἀθλίας  ζωῆς  μου  χρόνον,  ἐν  μετανοίᾳ  γνησίᾳ  διελθεῖν, μετά πάσης ταπεινώσεως, ἁγνότητος  καί  πνευματικῆς  ἐγκρατείας.

Διατήρησόν με, Δέσποτα, ἐν τῇ Ὀρθοδόξῳ  Ὁμολογίᾳ  τῆς  πρός Σέ   Πίστεως, ἵν’ ἀξιωθῶ  ἐν  πάσαις  ταῖς  ἡμέραις  τῆς  ζωῆς  μου ὑμνεῖν Σε, εὐλογεῖν  Σε  και  δοξάζειν Σε  λέγων:Ἅγιος ὁ  Θεός, ὁ  Πατήρ  ὁ  Ἄναρχος· Ἅγιος  Ἰσχυρός, ὁ  Υἱός  Αὐτοῦ  ὁ  Συνάναρχος· Ἅγιος Ἀθάνατος, τό Πνεῦμα  τό  Ἅγιον, τό  ἐκ  τοῦ  Πατρός  ἐκπορευόμενον  καί  ἐν  Υἱῷ  ἀναπαυόμενον· Τριάς  Ἁγία  δόξα  Σοι.

Δόξα  Σοι Ἁγία  Τριάς  ὁμουσία, ζωοποιέ καί  ἀδιαίρετε·  πάντων  ἔνεκα  δόξα Σοι.
Δόξα Σοι, Θεοτόκε, τῶν  πιστῶν  τό  καταφύγιον, ἡ  ἀπελευθέρωσις  τῶν  ἐν  φυλακαῖς  καί  τῆς  ἐμῆς ψυχῆς  ἡ  θεία  παρηγορία. Τήν  παναθλίαν  ψυχήν  μου, Θεοχαρίτωτε, τετρωμένην  ὑπό  τῶν  βελῶν  τοῦ  πολεμήτορος, τῇ παντοδυνάμῳ  μεσιτείᾳ  Σου  ἀνατίθημι· φύλαττε  αὐτήν  ἀλώβητον καί  σκέπε  καί  σῶζε  ἀπό  τῶν  μηχανῶν  τοῦ  ἀλάστορος, ἵνα  κράζω Σοι· Χαῖρε  Νύμφη  Ἀνύμφευτε. Ἀμήν.

Το news-nea.gr ουδεμία ευθύνη εκ του νόμου φέρει περί των επωνύμων ή ανωνύμων σχολίων - απόψεων που φιλοξενεί. Σε περίπτωση που θεωρείτε πως θίγεστε από κάποιο εξ αυτών, επικοινωνήστε μέσω εμαιλ έτσι ώστε να αφαιρεθεί. Σχόλια που θα υποπέσουν στην αντίληψή μας, με αναφορές σε προσωπικά δεδομένα, τηλέφωνα, εμαιλ, υβριστικά ή συκοφαντικά, αλλά και αυτά που παραπέμπουν σε διαφήμιση θα αφαιρούνται.

Facebook Σχόλια

Σχετικά Άρθρα

Back to top button