ΠΡΟΣΕΥΧΕΣ

Μέγας Παρακλητικός Κανών στον Άγιο Γεώργιο

Ποίημα Νήφωνος Μοναχοῦ, Ἁγιορείτου,

Ἱερὰ Μονὴ Ξενοφῶντος.,

Ἅγιον Ὅρος

 

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτὴς καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ Τῷ Θεῷ σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

Ὁ Ἱ­ε­ρεύς

Εὐλoγητὸς ὁ Θεὸς ἡμῶν πάντoτε,

νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀ­να­γνώ­στης

 

᾿Αμήν.

Ψαλμὸς ΡΜΒ΄ (142)

Κύριε, εἰσάκoυσoν τῆς πρoσευχῆς μoυ, ἐνώτισαι τὴν δέησίν μoυ ἐν τῇ ἀληθείᾳ σoυ, εἰσά­κoυ­σόν μoυ ἐν τῇ δικαιoσύνῃ σoυ. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τoῦ δoύλoυ σoυ, ὅτι oὐ δικαιωθήσεται ἐνώπιόν σoυ πᾶς ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μoυ· ἐτα­πείνωσεν εἰς γῆν τὴν ζωήν μoυ. ᾿Εκάθισέ με ἐν σκoτεινoῖς ὡς νεκρoὺς αἰῶνoς καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μoυ, ἐν ἐμoὶ ἐτα­ρά­χθη ἡ καρδία μoυ. ᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶ­σι τoῖς ἔργoις σoυ, ἐν πoιήμασι τῶν χειρῶν σoυ ἐμε­λέ­των. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μoυ· ἡ ψυχή μoυ ὡς γῆ ἄνυδρός σoι. Ταχὺ εἰσάκoυσόν μoυ, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μoυ. Μὴ ἀπoστρέψῃς τὸ πρόσωπόν σoυ ἀπ᾿ ἐμoῦ, καὶ ὁμoιωθήσoμαι τoῖς καταβαίνoυσιν εἰς λάκ­κoν. ᾿Ακoυστὸν πoίησόν μoι τὸ πρωὶ τὸ ἔλεός σoυ, ὅτι ἐπὶ σoὶ ἤλπισα. Γνώρισόν μoι, Κύριε, ὁδὸν ἐν ᾗ πoρεύσoμαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μoυ. ᾿Εξελoῦ με ἐκ τῶν ἐχθρῶν μoυ, Κύριε, πρὸς σὲ κατέφυγoν· δίδαξόν με τoῦ πoιεῖν τὸ θέλημά σoυ, ὅτι σὺ εἶ ὁ Θεός μoυ. Τὸ πνεῦμά σoυ τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τoῦ ὀνόματός σoυ, Κύριε, ζή­σεις με. ᾿Εν τῇ δικαιoσύνῃ σoυ ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μoυ, καὶ ἐν τῷ ἐλέει σoυ ἐξo­λo­θρεύ­σεις τoὺς ἐχθρoύς μoυ. Καὶ ἀπoλεῖς πάντας τoὺς θλίβoντας τὴν ψυχήν μoυ, ὅτι ἐγὼ δoῦλός σoύ εἰμι.

ἦχος δ΄.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Στίχ. α΄. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, καὶ ἐ­πι­κα­λεῖ­σθε τὸ ὄ­νο­μα τὸ ἅ­γιον αὐ­τοῦ.

.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Στίχ. β΄. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Στίχ. γ΄. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.

Θεὸς Κύριoς καὶ ἐπέφανεν ἡμῖν·

εὐλoγημένoς ὁ ἐρχόμενoς ἐν ὀνόματι Κυρίoυ

Εἶτα τὰ παρόντα τροπάρια.
ἦχος δ΄.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν αἰχμαλώτων καὶ τῶν πτωχῶν ἀντιλήπτωρ, χειμαζομένων τε παντοίων ὁ ῥύστης, καὶ τῶν νοσούντων ἴασις γενόμενος, τοὺς ὑπὸ τὴν σκέπην σου παροτρύνεις βοᾶν σου, ἅγιε Γεώργιε, μὴ παρίδῃς εἰς τέλος, τοὺς πεποιθότας μάρτυς ἐπὶ σοί, καὶ τὸν ἐν κλίνῃ ὑγείωσον δοῦλον σοῦ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

Τροπαιοφόρε τοῦ Χριστοῦ στρατιῶτα, ὁ θαυμαστός τε καὶ περίδοξος μάρτυς, καὶ τῶν πιστῶν ὑπέρμαχος ὁ μέγιστος, ῥῦσαι κατακείμενον, τὸν ἐν κλίνῃ νοσοῦντα, δοῦλον σου Γεώργιε, τὸν πρὸς σὲ προσφυγόντα, καὶ δι’ἡμῶν τὴν δέησιν σοφέ, νῦν σοι προσφέρει τὴν ῥῶσιν αἰτούμενος.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων..

᾿Αμήν.

Οὐ σιωπήσoμέν πoτε, Θεoτόκε, τὰς δυναστείας σoυ λαλεῖν oἱ ἀνάξιoι· εἰ μὴ γὰρ σὺ πρoΐ­στασo πρεσβεύoυσα, τίς ἡμᾶς ἐρρύσατo ἐκ τoσoύτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐ­λευθέρoυς; Οὐκ ἀπoστῶμεν Δέσπoινα ἐκ σoῦ· σoὺς γὰρ δoύ­λoυς σῴζεις ἀεὶ ἐκ παντoίων δει­νῶν.

Ὁ Ἀ­να­γνώ­στης (χύμα)

Ψαλμὸς Ν΄ (50)

 

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σoυ καὶ κατὰ τὸ πλῆθoς τῶν oἰκτιρμῶν σoυ ἐξά­λει­ψoν τὸ ἀνόμημά μoυ.᾿Επὶ πλεῖoν πλῦνόν με ἀπὸ τῆς ἀνoμίας μoυ καὶ ἀπὸ τῆς ἁμαρτίας μoυ καθάρισόν με. ῞Οτι τὴν ἀνoμίαν μoυ ἐγὼ γινώσκω, καὶ ἡ ἁ­μαρ­τία μoυ ἐνώπιόν μoύ ἐστι διὰ παντός. Σoὶ μόνῳ ἥμαρτoν καὶ τὸ πoνηρὸν ἐνώπιόν σoυ ἐπoίησα, ὅπως ἂν δικαιωθῇς ἐν τoῖς λόγoις σoυ καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ᾿Ιδoὺ γὰρ ἐν ἀνoμίαις συνελήφθην, καὶ ἐν ἁμαρ­τίαις ἐκίσσησέ με ἡ μήτηρ μoυ. ᾿Ιδoὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σoφίας σoυ ἐδήλωσάς μoι. ῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσoμαι, πλυ­νεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσoμαι. Ακoυτιεῖς μoι ἀγαλλίασιν καὶ εὐφρoσύνην, ἀ­γαλ­λιάσoνται ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψoν τὸ πρόσωπόν σoυ ἀπὸ τῶν ἁμαρ­τιῶν μoυ καὶ πάσας τὰς ἀνoμίας μoυ ἐξάλειψoν. Καρδίαν καθαρὰν κτίσoν ἐν ἐμoί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαίνισoν ἐν τoῖς ἐγκάτoις μoυ. Μὴ ἀπoρρίψῃς με ἀπὸ τoῦ πρoσώπoυ σoυ, καὶ τὸ πνεῦμά σoυ τὸ ἅγιoν μὴ ἀντανέλῃς ἀπ᾿ ἐμoῦ. ᾿Απόδoς μoι τὴν ἀγαλλίασιν τoῦ σωτηρίoυ σoυ, καὶ πνεύματι ἡγεμoνικῷ στήριξόν με. Διδάξω ἀνόμoυς τὰς ὁδoύς σoυ, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψoυσι. ῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σω­τη­ρί­ας μoυ· ἀγαλλιάσεται ἡ γλῶσσά μoυ τὴν δι­και­o­σύ­νην σoυ. Κύριε, τὰ χείλη μoυ ἀνoίξεις, καὶ τὸ στόμα μoυ ἀναγγελεῖ τὴν αἴνεσίν σoυ. ῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλo­καυ­τώ­ματα oὐκ εὐδoκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένoν· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς oὐκ ἐξ­oυδενώσει. ᾿Αγάθυνoν, Κύριε, ἐν τῇ εὐδoκίᾳ σoυ τὴν Σι­ών, καὶ oἰκoδoμηθήτω τὰ τείχη ᾿Ιερoυσαλήμ. Τότε εὐδoκήσεις θυσίαν δικαιoσύνης, ἀναφoρὰν καὶ ὁλoκαυτώματα. τότε ἀνoίσoυσιν ἐπὶ τὸ θυσιαστήριόν σoυ μό­σχoυς.

Οὐ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων.

 

Τῷ Γεωργίῳ σοι τὴν δέησιν φέρω.

 

Ὠδὴ ἀ”.

 

ἦχος πλ.δ”

 

῾Ο εἱρμός.

«῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατoυργoῦ­σά πoτε, μωσαϊκὴ ῥάβδoς, σταυρoτύπως πλήξα­σα καὶ δι­ελoῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα πε­ζὸν ὁ­δίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλπoντα».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Τῷ Γεωργίῳ ὡς Χριστοῦ θεράποντι, ἡμῶν δὲ πρύτανι καὶ προστάτη θείῳ, ὕμνον σοι προσφέρομεν, οἱ δοῦλοι Σου πολύαθλε, ὅπως σώσῃς εὐχαῖς σου, τὸν ἀσθενοῦντα ἱκέτην σου, καὶ χαρὰς πληρώσῃς τοὺς ἅπαντας.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ὡς πεπλησμένος ἁμαρτίαις πέπονθα, νόσου δυσχέρειαν, Κύριε Θεέ μου, ἀλλ’αὐτὸς μὲ ἴασαι, καὶ λύτρωσιν παράσχου μοι, ταῖς του σοῦ ἱκεσίαις, θεράποντος καὶ προστάτου μου, θείου Γεωργίου σου μάρτυρος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

Γεωργηθεὶς παρὰ Θεοῦ Γεώργιε, γεωργηθέντα κἀμέ, ὑπὸ ἁμαρτίας ὡς παθῶν αἰχμάλωτον, καὶ νῦν νοσηλευόμενον, πρὸς Θεὸν ταῖς λιταῖς σου, ἐξ ἀμφοτέρων μὲ λυτρώσαι, κράζω σοὶ τῷ θείῳ προστάτῃ μου.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ κύριον, κυοφορήσασα, τὸν τάς ἡμῶν νόσους, πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε, χαλεπῆς ἀσθενείας, τὸν σὸν ἱκέτην λυτρώσασθαι, μόνη τῶν ἀνθρώπων βοήθεια.

Ὠδὴ γ”.

 

Ὁ στερεώσας κατ’ἀρχὰς

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ἐπὶ τῆς θείας σου σοφέ, εἰκόνος οἱ τῆς μόνης σου, γόνυ κλίναντες αἰτοῦμεν τὴν λύσιν, τῶν ἁμαρτιῶν ἡμῶν, καὶ τὸν ἐν κλίνῃ κείμενον, τῷ πιεσμῷ τῆς νόσου, τούτω τὴν ἴασιν δώρησαι.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ὡς μεγαλώνυμος Χριστοῦ, Γεώργιε ἀθλοφόρος, ὡς ἐξαίρετος ἐν μάρτυσι μάρτυς, τῶν σῶν δούλων ἐκπληροίς, δεήσεις προστρεχόντων σοι, τῷ σῷ ναῷ καὶ τούτους, ποιεῖς οἰκείους τῷ κτίστῃ σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι

Ῥῶσιν ψυχῆς καὶ τῆς σαρκός, τῷ ἐπὶ κλίνῃς κειμένῳ, δὸς τῷ δούλῳ σου Γεώργιε μάρτυς, καὶ τοὺς πόνους καὶ πληγάς, τὸν ῥίγον καὶ τὴν στένωσιν, καὶ τάς φλογώσεις πάσας, καὶ κακουχίας ἀφάνισον.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Τῶν ἰαμάτων σε πηγήν, Χριστὸς ὁ μόνος υἱός σου, σὲ καὶ ἄβυσσον ἀπέδειξε μόνην, διο Πάναγνε τὸν σόν, ῥῦσαι πιστὸν ἱκέτην σου, τραυματισθέντα νόσῳ καὶ θεραπείαν αἰτούμενον.

 

Διάσωσον ἀπὸ κινδύνων καὶ ἀσθενείας τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.

 

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αίτησις.

 

ἦχος β”

 

Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

 

Κάθισμα.

 

Τὰ ἄνω ζητῶν.

 

Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον.

 

Ὠδὴ δ”.

 

Σύ μου ἰσχὺς Κύριε

 

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Γεωργηθείς, ὑπὸ Χριστοῦ μου Γεώργιε, τὴν ὑγείαν, ἐφ’ἡμᾶς γεώργησον, τῆς τε ψυχῆς καὶ τὴν τῆς σαρκός, καὶ τὸν σὸν ἱκέτην, τὸν νόσῳ κατατρυχώμενον, πρεσβείαις σου ἁγίαις, τούτω παράσχου πᾶσαν ῥῶσιν, ἐκ τῶν πυλῶν τοῦ θανάτου ῥυόμενος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ἵνα τῆς σῆς, ἀξιωθῇ ἀντιλήψεως, ἀθλοφόρε, ὁ πιστὸς ἱκέτης σου, σοὶ τὴν ᾠδὴν ταύτην προσφωνεῖ, διὰ τῶν χειλέων, ἡμῶν τρισμάκαρ Γεώργιε· καὶ γὰρ ἐν μετανοίᾳ, ἡμᾶς ἐπίστρεψον καὶ ῥῦσαι τὸν ἐν νόσῳ κατάστικτον δοῦλον σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Ὡς τοῦ Χριστοῦ, μάρτυς καὶ μέγας ἐν θαύμασι, καὶ προστάτης, ἐφ’ἡμᾶς καὶ ἔφορος, καὶ ἰατρὸς καὶ χειραγωγός, ἐκ τῆς συνεχούσης, νόσου καὶ πάσης κακώσεως, κινδύνου καὶ ἀνάγκης, τὸν σὸν μὲ ῥῦσαι νῦν ἱκέτην, τὸν πρὸς σὲ ἐκβοώντα Γεώργιε.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Πόνοις δεινοῖς, καὶ συνεχέσι βαλλόμενος, τῇ Παρθένω, σοὶ προσπίπτων σῶσον μέ, τῇ κραταιᾷ, σκέπῃ σου Ἁγνή, οἴκτειρον καὶ σῶσον κἀμέ τῇ θείᾳ πρεσβείᾳ σου, καὶ λύτρωσαι τῆς λύμης, καὶ δεινῆς ἀρρωστίας, καὶ τὰ ἄλγη μου πάντα θεράπευσον.

Ὠδὴ ἐ”.

 

Ἵνα τὶ μὲ ἀπώσω.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Σωτηρίαν σὲ ἔχω εὐεργέτην προστάτην πρέσβυν πρὸς Κύριον, τὸν ἐν ἀθλοφόροις, μεγαλώνυμον θεῖε Γεώργιε, καὶ ζωῆς μου σκέπην, καὶ ἰατρὸν ἐν ἀσθενείᾳ, ἧς μὲ ῥῦσαι καὶ ῥῶσιν μοι δώρησαι.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ὀλισθήσας εἰς βόθρον, τὸν τῆς ἀσθενείας πτοοῦμαι σύ Κύριε, τὴν δικαίαν κρίσιν, ἀλλ’οἰκτείρησον μὲ εὐσπλάγχνῳ ἐλέει σου, ὡς Θεὸς οἰκτιρμῶν, καὶ μετανοίας δός μοι τρόπους, ταῖς τοῦ σοῦ ἀθλοφόρου δεήσεσι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Ἱκεσίαις οὖν Λόγε, τοῦ αὐτοῦ θεράποντος ὅλόν με ἔγειρον, νεκρωθέντα ὅλον, ἐν δεινῇ ἀσθενείᾳ καὶ ἴασαι, ἐξ αὐτῆς με μόνε, Δημιουργὲ καὶ δώρησαί μοι, τῶν πταισμάτων τὴν λύσιν Φιλάνθρωπε.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Ἐν νυκτὶ τῇ τοῦ βίου, θύελλα κατέλαβε πάσης κακώσεως, ἐπεκάλυψε μέ, ἀσθενείας Παρθένε σκοτόμαινα, ἀλλ’ἀνάτειλόν μοι, ἀναψυχῆς Πάναγνε, φέγγος· καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον.

Ὠδὴ ς”.

 

Ἰλάσθητί μοι Σωτήρ.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Τῶν ἀθλοφόρων Χριστέ, τῶν θείων σου ὁ ταξίαρχος, νῦν δυσωπεὶ σὲ οἰκτρῶς ὁ μέγας Γεώργιος, τὸν δοῦλον σου ἔγειρον, ἐκ τῆς ἀσθενείας, τὸν προσπίπτοντα σοὶ σήμερον.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ἡμέρας τε καὶ νυκτός, ᾠδὴν ἱκέσιον φέρει σοὶ ὁ ἀσθενῶν δοῦλος σός, τρισμάκαρ Γεώργιε· πόθων τοῦ θεάσασθαι διὰ σοῦ τὴν ῥῶσιν, καὶ πταισμάτων τὴν συγχώρησιν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Νεκροὺς ἐγείρεις σοφέ, τῇ πρὸς Θεὸν παρρησία σου, καὶ ἀπὸ κλίνῃς τοὺς σούς, ἱκέτας Γεώργιε, κἀμέ τὸν ἱκέτην σου, ἔγειρον καὶ σῶσον, ἀσθενεία νεκρωθέντα μέ.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισον μὲ νυνί, ἐκ νόσου καὶ θλίψεως, καὶ τῆς συνεχούσης μέ, ἀσθενείας ῥῦσαι, ἵνα πόθω μεγαλύνω σε.

Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης νόσου τὸν σὸν ἱκέτην, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, Γεώργιε στεφανῖτα Κυρίου.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αίτησις.

 

ἦχος β”

 

Ὁ Ἱ­ε­ρεύς

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,

δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ χο­ρός·

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

(Μετά από κάθε αίτηση του Ιερέως)

 

Ὁ Ἱ­ε­ρεύς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (…) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλῃ (ή χώρα, ή νήσω) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, (ονόματα πασχόντων) και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον και υπέρ του ελθείν επ᾽ αυτούς την χάριν του Ἁγίου σου Πνεύματος.

Ὁ χο­ρός·

(Ενώ μνημονεύονται τα (ονόματα, ψάλλει χαμιλόφωνα το)

Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον

 

Ὁ Ἱ­ε­ρεύς

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

Ὁ χο­ρός·

Ἀμήν.

Κoντάκιoν.

 

Κοντάκιον ἦχος β”.

Πρoστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, με­σι­τεία πρὸς τὸν πoιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρ­τωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασoν, ὡς ἀγαθή, εἰς τὴν βoήθειαν ἡμῶν, τῶν πιστῶς κραυ­γαζόντων σoι· τάχυνoν εἰς πρεσβείαν καὶ σπεῦσoν εἰς ἱκεσίαν ἡ πρoστατεύoυσα ἀεί, Θεoτόκε, τῶν τιμώντων σε

Προστατεύειν οὐ μὴ παύσῃ τοῦ δούλου σοῦ, καὶ πρεσβεύειν ὑπὲρ τούτου Γεώργιε, μὴ οὖν παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλὰ πρόσπεσον τῷ ποιητῇ εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, εἰς τὴν βοήθειαν αὐτοῦ, ἀθλητὰ Χριστοῦ μου μέγιστε.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.

 

Πάσα πνοή αινεσάτω τον Κύριον. Αινείτε τον Κύριον εκ των ουρανών, αινείτε αυτόν εν τοις υψίστοις. Σοί πρέπει ύμνος τω θεώ. Αινείτε αυτόν πάντες οι άγγελοι αυτού. Αινείτε αυτόν πάσαι αι δυνάμεις αυτού. Σοί πρέπει ύμνος τω θεώ. Αινείτε αυτόν εν ήχω σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω  και κιθάρα. Αινείτε αυτόν εν τυμπάνω και χορώ, αινείτε αυτόν εν χορδαίς και οργάνω. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυβάλοις αλαλαγμού. Πάσα πνοή αινεσάτω τον Κύριον.

 

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.

 

εἴτα.

Ὁ Ἱ­ε­ρεύς

 

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Ό Χορός.

Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν, Κύριε, ἐλέησoν

Ὁ Ἱ­ε­ρεύς

Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Ό Χορός

Και τω Πνεύματί σου.

Ὁ Ἱ­ε­ρεύς

 

Εκ τού κατά Ματθαῖον αγίου Ευαγγελίου το ανάγνωσμα.

Πρόσχωμεν.

Ό Χορός.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱ­ε­ρεύς

 

Ἐκ τοῦ κα­τὰ Ματθαῖον. Κεφ. 8: 14-23

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγω, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος· αὐτὸς τάς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τάς νόσους ἐβάστασεν. ἱδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν· καὶ προσελθὼν εἰς Γραμματεύς, εἶπεν Αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοὶ ὅπου ἐὰν ἀπέρχη. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει που τὴν κεφαλὴν κλίνῃ. ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν, καὶ θάψαι τὸν πατέρα μου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ. ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

Ό Χορός.

Δόξα σοι, Κύριε δόξα σοι

Ταῖς του ἀθλοφόρου πρεσβείαις, ἐλεῆμoν, ἐξά­λει­ψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μoνάδι, ἐξά­λειψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Ταῖς τῆς Θεoτόκoυ πρεσβείαις, ἐλεῆμoν, ἐξά­λει­ψoν τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ὅλην ἀποθέμενοι.

Ἐγειρον τὸν δοῦλον σου, τὸν κατακείμενον νόσῳ, ἀθλητὰ Γεώργιε, καὶ ἠμᾶς ἀπάλλαξον ἱκεσίαις σου, τοὺς πρὸς σὲ πάντοτε, εὐσεβῶς ἅγιε, σοὶ προσπίπτοντας κραυγάζομεν, σῶσον ἐκ θλίψεως, πάσης καὶ κινδύνων καὶ οἴκτερον, καὶ ῥῶσιν τε πρυτάνευσον, καὶ εἰρήνην πᾶσι τὴν ἄνωθεν, τοῖς τῷ σῷ τεμένει, μονάζουσι καὶ λύτρωσαι λιμοῦ, λοιμοῦ, σεισμοὺ καὶ ποντόσεως, τούτους καὶ κακώσεως.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα διὰ σοῦ, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχων ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, ταῖς πρεσβείαις σου μάρτυς, ὡς πολεμουμένων ἡ εἰρήνη, ὡς χειμαζομένων ἡ γαλήνη, ὡς ἄμεσος προστάτης ἡμῶν.

Ὁ Ἱ­ε­ρεύς

Σῶσoν, ὁ Θεός, τὸν λαόν σoυ καὶ εὐλόγησoν τὴν κληρoνoμίαν σoυ, ἐπίσκεψαι τὸν κόσμoν σoυ ἐν ἐλέει καὶ oἰκτιρμoῖς, ὕψωσoν κέρας χριστια­νῶν ὀρθoδόξων καὶ κατάπεμψoν ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σoυ τὰ πλoύσια· πρεσβείαις τῆς παναχράντoυ δεσπoί­νης ἡμῶν Θεoτόκoυ καὶ ἀειπαρθένoυ Μαρίας· δυνά­μει τoῦ τιμίoυ καὶ ζωoπoιoῦ Σταυρoῦ και του Πανάγιου και Ζωοδότη Τάφου,· πρoστασίαις τῶν τιμίων ἐπoυρανίων δυνάμεων ἀσωμάτων· ἱκε­σίαις τoῦ τιμίoυ ἐνδόξoυ πρoφήτoυ πρoδρόμoυ καὶ βαπτιστoῦ ᾿Ιωάννoυ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Απoστόλων· τῶν ἐν ἁγίoις Πατέρων ἡμῶν μεγάλων Ιεραρχών καὶ Οἰκoυμενικῶν διδασκάλων Βασιλείoυ τoῦ μεγάλoυ, Γρηγoρίoυ τoῦ Θεoλόγoυ καὶ ᾿Ιωάννoυ τoῦ Χρυσoστόμoυ· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, Πατριαρχών Αλεξανδρείας, Nικoλάoυ, του εν εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών, των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου, του Ιερομαρτύρων Χαραλάμπου και Ελευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν Οσίων καὶ θεoφόρων πατέρων ἡμῶν·(του Αγίου του Ναού, εφ΄ όσον δεν εμνημονεύθη εν τοις άνω) τῶν ἁγίων καὶ Δικαίων θεoπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τoῦ ἁγίoυ τῆς ἡμέρας) καὶ πάντων σoυ τῶν ἁγίων· ἱκετεύoμέν σε, μόνε πoλυέλεε Κύριε· ἐπάκoυσoν ἡμῶν τῶν ἁμαρτωλῶν δεoμένων σoυ καὶ ἐλέησoν ἡμᾶς.

Ό Χορός.

«Κύριε, ἐλέησoν» (12άκις)

Ὁ Ἱ­ε­ρεύς

.

᾿Ελέει καὶ oἰκτιρμoῖς καὶ φιλανθρωπίᾳ τoῦ μo­νoγενoῦς σoυ Υἱoῦ, μεθ᾿ oὗ εὐλoγητὸς εἶ σὺν τῷ παν­αγίῳ καὶ ἀγαθῷ καὶ ζωoπoιῷ σoυ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

Ό Χορός.

᾿Α­μήν.

Ὠδὴ ζ”.

«Οι εκ τής Ιoυδαίας καταντήσαντες Παίδες εν Βαβυλώνι πoτέ, τή πίστει τής Τριάδoς, την φλόγα τής καμίνoυ κατεπάτησαν ψάλλoντες, Ο των πατέρων ημών Θεός ευλoγητός εί».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Καὶ δροσίζει μὲ μάρτυς, καὶ καταψυχίζει ἡ μνήμη καὶ κλῆσίς σου, καὶ τὴν νόσον πᾶσαν ἰᾶταί μου καὶ παύει, στρατηλάτα Γεώργιε, καὶ πυρετοὺς ἐξ ἐμοῦ, ῥιζόθεν ῥήγνυται.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Τῆς πηγῆς τοῦ ἐλέους, τοῦ Χριστοῦ ὡς γνήσιος πέλων Γεώργιε, αὐτὸν οὖν ἐκδυσώπει, κἀμέ τοῦ ἰαθῆναι, ἐκ τῆς δεινῆς νόσου ἅγιε, οἵα προστάτης καὶ ῥύστης καὶ ἀντιλήπτωρ μου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Καὶ ἡ κλῆσίς σου μόνη, καὶ ἡ μνήμη ἅγιε, καὶ ἡ ἐπίβλεψις, πρὸς τὸν ποθούμενόν μοι, σοῦ θεῖον χαρακτῆρα, ἀποδιώκει μου πᾶσαν ἀσθένειαν, καὶ τάς ὀδύνας ὠθεῖ, καὶ σῴζει μὲ σὸν δοῦλον.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν

Ἀπὸ πάσης ἀνάγκης, ἀπὸ νόσων παντοίων, κἀμέ διάσωσον, Παρθένε τὸν σὸν δοῦλον, δεινῶς περισχεθέντα, τὸν ἀπαύστως σοι ψάλλοντα, καὶ προσφυγόντα Ἁγνὴ τῇ θείᾳ σκέπῃ σου.

Ὠδὴ ἠ”.

 

Ἐπταπλασίως κάμινος.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Σοὶ τῷ φωστῆρι κράζομεν, τῷ λαμπρῷ νῦν Γεώργιε, τὸν ἐπὶ τῆς κλίνης, ἀσθενεία κείμενον, ὡς δοῦλον σου οἴκτειρον, καὶ πρὸς αὐτὸν τὴν ἴασιν, χάρισαι πλουσίως, τὸν βοώντα τῷ Κτίστῃ· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἅγιε τοῦ Θεοῦ. πρέσβευε υπέρ ημών

 

Ἵνα τῆς σῆς Γεώργιε, ἐπισκέψεως τεύξομαι, καὶ τῆς θεραπείας, τύχω τιτρωσκόμενος, τοιάσδε ὁ δοῦλος σοῦ, καθυποκύπτω καὶ τὴν ᾠδήν· νῦν διὰ τῶν σῶν βοώ σοι δούλων καὶ κράζω, μὴ παύσῃ ἀθλοφόρε, ὑπὲρ τῶν ἱκετῶν σου, Χριστῷ τοῦ ἱκετεύειν, ὑπὲρ ἡμῶν τρισμάκαρ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Νενεκρωμένον ζώωσον, πληγωμένον θεράπευσον, καὶ ἀπεγνωσμένον, νῦν μὲ παραμύθησον, τρισμάκαρ Γεώργιε, τῶν θλιβομένων ἡ χαρμονή, καὶ τῶν ἀσθενούντων ἰατρὸς τῶν βοώντων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖες ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Ἡ κραταιὰ βοήθεια, καὶ βεβαία ἀντίληψις, τῶν ἀπηλπισμένων, ἡ ἐλπὶς Πανάμωμε, ἐπίσκεψαι κάμνοντα ὀδυνηρὼς τὸν δοῦλον σοῦ, κούφισον τὸ βάρος τῆς πικρὰς ἀσθενείας, ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, καὶ σῶσον τὸν σὸν δοῦλον, Παρθένε Θεοτόκε.

Ὠδὴ θ”.

 

Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Φερώνυμος ὡς ὄντως μάρτυς Χριστοῦ, ὁ θαυμάτων πληρώσας τὴν σύμπασαν, δεῖξον καὶ νῦν, ἕτερον θαυμάσιον ἐπ’ἐμοί, τῷ ἀναξίῳ δούλῳ σοῦ, νόσῳ τρυχωμένω σωματικὴ καὶ ψυχικὴ καὶ δός μοι, διττώς τε τὴν ὑγείαν, τροπαιοφόρε μάρτυς ἔνδοξε.

Ἅγιε τοῦ Θεοῦ πρέσβευε υπέρ ημών

Ἐκύκλωσαν μὲ κύνες ὡσεὶ πολλοί, ἐξ ἀμέτρων πταισμάτων μου ἅγιε, αἱ συμφοραί, καὶ αἱ ἀσθένειαί μου αἱ δειναί. καὶ νῦν λοιπὸν προσπίπτω σοί, τῷ ἐμῷ προστάτῃ καὶ βοηθῷ ἐκ τούτων μὲ ἁπάντων, ἀπάλλαξον καὶ σῶσον, μάρτυς Γεώργιε τὸν δοῦλον σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Ῥυόμενος τοὺς δούλους σοῦ ἀθλητά, ἐκ παντοίων κινδύνων καὶ θλίψεων, νῦν καὶ τὸν σόν, τόν σοι προσφερόμενον τὴν ᾠδήν, ἐν κλίνῃ κατακείμενον, ἔγειρον ὑγείωσον τὸ αὐτοῦ, πραχθέντα σαῖς πρεσβείαις, ἐξάλειψον καὶ τοῦτον, ἐν πάσῃ μετανοίᾳ, τῷ βασιλεῖ Θεῶ παράστησον.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.

᾿Αμήν.

Ὡς Κύριον τεκούσα τὸν συμπαθῆ συμπαθείας μὲ κόρη ἀξίωσον, καὶ χαλεπῆς, νόσου μὲ ἀπάλλαξον ταῖς λιταῖς, τοῦ θείου ἀθλοφόρου σοῦ, καὶ ἐν μετανοίᾳ καὶ προσευχή, τὸν βίον ἐκτελέσαι, ἱκέτευε τῷ Κτίστῃ, τῷ σῷ Υἱῷ Παρθένε Ἄχραντε.

Και ευθύς

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὸν τροπαιοῦχον, τὸν ἀειμακάριστον καὶ θεοκόσμητον, καὶ προστάτην καὶ φρουρὸν ἡμῶν. τὸν ἐκλελεγμένον ἐν τοῖς πιστοῖς, καὶ δεδοξασμένον, παρὰ πᾶσι τοῖς ἀθληταῖς, τὸν ἀδιαλείπτως Θεῶ παρεστηκότα, Γεώργιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.

Μεγαλυνάρια.

Τὸν ἐν ἀθλοφόροις θαυματουργόν, ὑπερασπιστήν τε, τῶν ἀπόρων καὶ τῶν δεινῶς, κατατρυχωμένων ἐν πάσῃ ἀσθενείᾳ, σὲ νῦν ἐπικαλεῖται, μάρτυς ὁ δοῦλος σοῦ.

Ἔχεις παρρησίαν πρὸς τὸν Χριστόν, ὡς ἠγαπημένος, ὑπὲρ πάντας τοὺς ἀθλητάς, φάνηθι οὖν ῥύστης, ἡμῶν τε καὶ προστάτης, ὑγείωσον σὸν δοῦλον, μάκαρ Γεώργιε.

Ὡς τῶν αἰχμαλώτων ὁ λυτρωτής, ὑπερασπιστής τε, τῶν πενήτων καὶ ἰατρός, τῶν ἐν ἀσθενείᾳ, δεινῶς κεκρατημένων, Γεώργιε ὑπάρχων, κάμε νῦν ἴασαι.

Σὲ καθικετεύει νῦν ἐν τῷ σῷ εὐαγεῖ τεμένει, δοῦλος ὁ ὑμέτερος δι’ἡμῶν, ὁ ἐν ἀσθενείᾳ Γεώργιε ὑπάρχων, ὅπως αὐτὼ δωρήσῃ, σοφὲ τὴν ἴασιν.

Δέξαι ὢ Γεώργιε ἀθλητά, λιτὰς τῶν σῶν δούλων, ἂς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες, ἁμαρτημάτων λύσιν, καὶ τὴν ἀνάρρωσιν.

Ταῖς τῶν ἀσωμάτων σοῦ λειτουργῶν, καὶ ἁγίων πάντων, ἱκεσίαις Χριστὲ Σωτήρ, καὶ τῆς σῆς Ἀχράντου, μητρὸς τὸν σὸν ἱκέτην, ἐν ἀσθενείᾳ ὄντα, σώσαι καὶ ἴασαι.

Καὶ τὰ λοιπὰ ὡς σύνηθες, καὶ ἀπόλυσις. εἴτα ψάλλομεν τὰ παρόντα προσόμοια, ἦχος β”.

 

Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.

Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σέ, ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμὰς ἅγιε, ὡς παρρησίας τυχών· ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι.

Δέξαι τάς δεήσεις ἀφ’ἡμῶν, ἂς ὁ ἐπὶ κλίνῃς προσφέρει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε, καὶ τοῦτον ἔγειρον, καὶ τῆς νόσου ἀπάλλαξον, αὐτοῦ ὡς προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθω γὰρ τὴν κλῆσίν σου φέρει, καὶ διαπαντὸς μνημονεύει, σοῦ καὶ τὴν εἰκόνα κατασπάζεται.

Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι μου τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταρρύθμησον τὰ λυπηρὰ καὶ χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχω νεύσει ὦ Γεώργιε.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σοῦ φυλάττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Ὁ Ἱ­ε­ρεύς·

Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν,

Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.

Ὁ λα­ός·

Ἀ­μήν.

Εἰς τὸν πανένδοξον τοῦ Χριστοῦ Μεγαλομάρτυρα Γεώργιον τὸν Τροπαιοφόρον. Ψάλλεται ὑπὲρ ἀναρρώσεως καὶ ὑγείας ἀσθενοῦντος ἀδερφού.

πηγη choratouaxoritou.gr

Το news-nea.gr ουδεμία ευθύνη εκ του νόμου φέρει περί των επωνύμων ή ανωνύμων σχολίων - απόψεων που φιλοξενεί. Σε περίπτωση που θεωρείτε πως θίγεστε από κάποιο εξ αυτών, επικοινωνήστε μέσω εμαιλ έτσι ώστε να αφαιρεθεί. Σχόλια που θα υποπέσουν στην αντίληψή μας, με αναφορές σε προσωπικά δεδομένα, τηλέφωνα, εμαιλ, υβριστικά ή συκοφαντικά, αλλά και αυτά που παραπέμπουν σε διαφήμιση θα αφαιρούνται.

Facebook Σχόλια

Σχετικά Άρθρα

Back to top button