ΠΡΟΣΕΥΧΕΣ

Προσευχή – Για να ελευθερωθούν οι μητέρες στην γέννα τους (ΨΑΛΜΟΣ 18)

220

 

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

2 ΟΙ ΟΥΡΑΝΟΙ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. 3 ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. 4 οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· 5 εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 6 ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. 7 ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. 8 ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια.

9 τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς· 10 ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό, 11 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. 12 καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. 13 παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με. 14 καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. 15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός, Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.

Το news-nea.gr ουδεμία ευθύνη εκ του νόμου φέρει περί των επωνύμων ή ανωνύμων σχολίων - απόψεων που φιλοξενεί. Σε περίπτωση που θεωρείτε πως θίγεστε από κάποιο εξ αυτών, επικοινωνήστε μέσω εμαιλ έτσι ώστε να αφαιρεθεί. Σχόλια που θα υποπέσουν στην αντίληψή μας, με αναφορές σε προσωπικά δεδομένα, τηλέφωνα, εμαιλ, υβριστικά ή συκοφαντικά, αλλά και αυτά που παραπέμπουν σε διαφήμιση θα αφαιρούνται.

Facebook Σχόλια

Σχετικά Άρθρα

Back to top button